Παραλειπομένων 32:33
Καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυίδ· καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ· καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Numbers 20:29Καὶ εἶδε πᾶσα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ἀαρὼν, καὶ ἔκλαυσαν τὸν Ἀαρὼν τριάκοντα ἡμέρας πᾶς οἶκος Ἰσραήλ.
1 Samuel 2:30Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, εἶπα, ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησι Κὺριος, μηδαμῶς ἐμοὶ, ὅτι ἀλλʼ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμωθήσεται.
1 Kings 1:21Καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ Σαλωμὼν ὁ υἱός μου ἁμαρτωλοί.
1 Kings 11:43Καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐγενήθη ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ, καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ, κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ. Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
2 Chronicles 33:1Ὢν δεκαδύο ἐτῶν Μανασσῆς ἐν τῷ βασιλεῦσαι αὐτὸν, καὶ πεντηκονταπέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.
Proverbs 10:7Μνήμη δικαίων μετʼ ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται.