2 Kings 5:13
Καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ, καὶ ἐλάλησαν πρὸς αὐτὸν, μέγαν λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ· οὐχὶ ποιήσεις; καὶ ὅτι εἶπε πρὸς σέ, λοῦσαι καὶ καθαρίσθητι.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Samuel 9:10Καὶ εἶπε Σαοὺλ πρὸς τὸ παιδάριον αὐτοῦ, ἀγαθὸν τὸ ῥῆμα, δεῦρο καὶ πορευθῶμεν· καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος ὁ τοῦ Θεοῦ.
1 Kings 20:23Καὶ τῇ Ἰεζάβελ ἐλάλησε Κύριος, λέγων, οἱ κύνες καταφάγονται αὐτὴν ἐν τῷ προτειχίσματι τοῦ Ἰεζράελ·
2 Kings 2:12Καὶ Ἑλισαιὲ ἑώρα, καὶ ἐβόα, πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι· καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ, καὶ διέῤῥηξεν αὐτὰ εἰς δύο ῥήγματα.
2 Kings 5:10Καὶ ἀπέστειλεν Ἐλισαιὲ ἄγγελον πρὸς αὐτὸν, λέγων, πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σου σοὶ καὶ καθαρισθήσῃ.
2 Kings 8:9Καὶ ἐπορεύθη Ἀζαὴλ εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἔλαβε μαναὰ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ, καὶ εἶπε πρὸς Ἑλισαιὲ, υἱός σου υἱὸς Ἅδερ βασιλεὺς Συρίας ἀπέστειλέ με πρὸς σὲ ἐπερωτῆσαι, λέγων, εἰ ζήσομαι ἐκ τῆς ἀῤῥωστίας μου ταύτης;
Job 32:8Ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς· πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα.