2 Samuel 19:27
Καὶ εἶπε πρὸς αὐτὸν Μεμφιβοσθὲ, κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ, ἐπίσαξόν μοι τὴν ὄνον, καὶ ἐπιβῶ ἐπʼ αὐτὴν, καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Samuel 29:9Καὶ ἀπεκρίθη Ἀγχοῦς πρὸς Δαυὶδ, οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλʼ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν, οὐχ ἥξει μεθʼ ἡμῶν εἰς πόλεμον.
2 Samuel 9:13Καὶ Μεμφιβοσθὲ κατῴκει ἐν Ἱερουσαλὴμ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως αὐτὸς διαπαντὸς ἤσθιε, καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ.
2 Samuel 14:20Ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ῥήματος τούτου, ὃ ἐποίησεν ὁ δοῦλός σου Ἰωὰβ τὸν λόγον τοῦτον· καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ Θεοῦ, τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ.
Psalms 15:3Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσε πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Jeremiah 9:4Ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσι· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠδίκησαν, καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι.