2 Samuel 9:13
Καὶ Μεμφιβοσθὲ κατῴκει ἐν Ἱερουσαλὴμ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως αὐτὸς διαπαντὸς ἤσθιε, καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Samuel 4:4Καὶ τῷ Ἰωνάθαν υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε, καὶ οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ἰεζραὴλ, καὶ ᾖρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ, καὶ ἔφυγε· καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὸν καὶ ἀναχωρεῖν, καὶ ἔπεσε καὶ ἐχωλάνθη, καὶ ὄνομα αὐτῷ Μεμφιβοσθέ.
2 Samuel 9:7Καὶ εἶπεν αὐτῷ Δαυίδ, μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ἰωνάθαν τὸν πατέρα σου, καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαοὺλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ φαγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διαπαντός.
2 Samuel 19:27Καὶ εἶπε πρὸς αὐτὸν Μεμφιβοσθὲ, κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ, ἐπίσαξόν μοι τὴν ὄνον, καὶ ἐπιβῶ ἐπʼ αὐτὴν, καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου.