2 Samuel 21:14
Καὶ ἔθαψαν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τὰ ὀστᾶ τῶν ἡλιασθένων ἐν γῇ Βενιαμὶν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κὶς τοῦ πατρὸς αὐτοῦ· καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς· καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Numbers 25:8εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ἰσραηλίτου εἰς τὴν κάμινον, καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν Ἰσραηλίτην, καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ἰσραήλ.
Joshua 7:26Καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς Ἰσραὴλ, καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων μέγαν· καὶ ἐπαύσατο Κύριος τοῦ θυμοῦ τῆς ὀργῆς. Διὰ τοῦτο ἐπωνόμασεν αὐτὸ Ἐμεκαχὼρ ἕως τῆς ἡμέρας ταύτης.
1 Samuel 10:2Ὡς ἂν ἀπέλθῃς σήμερον ἀπʼ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ῥαχὴλ ἐν τῷ ὄρει Βενιαμὶν ἁλλομένους μεγάλα· καὶ ἐροῦσί σοι, εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητεῖν· καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων, καὶ ἐδαψιλεύσατο διʼ ὑμᾶς, λέγων, τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου;
2 Samuel 4:12Καὶ ἐνετείλατο Δαυὶδ τοῖς παιδαρίοις αὐτοῦ, καὶ ἀποκτείνουσιν αὐτούς, καὶ κολοβοῦσι τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν, καὶ ἐκρέμασαν αὐτοὺς ἐπι τῆς κρήνης ἐν Χεβρὼν, καὶ τὴν κεφαλὴν Ἰεβοσθὲ ἔθαψαν ἐν τῷ τάφῳ Ἀβεννὴρ υἱοῦ Νήρ.
1 Kings 18:40Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαὸν, συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνελαβον αὐτοὺς, καὶ κατάγει αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάῤῥουν Κισσῶν, καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.
Joel 2:18Καὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ.