Deuteronomy 1:15
Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφʼ ὑμῶν χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
14Καὶ ἀπεκρίθητέ μοι, καὶ εἴπατε, καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας ποιῆσαι.
Cross References
Exodus 18:21Καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατοὺς, θεοσεβεῖς, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις ἐπʼ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους.
Exodus 24:1Καὶ Μωυσῇ εἶπεν, ἀνάβηθι πρὸς τὸν Κύριον σὺ καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ἰσραήλ· καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ.
Deuteronomy 16:18Κριτὰς καὶ γραμματοεισαγωγεῖς ποιήσεις σεαυτῷ ἐν ταῖς πόλεσί σου, αἷς Κύριος ὁ Θεός σου δίδωσί σοι κατὰ φυλάς· καὶ κρινοῦσι τὸν λαὸν κρίσιν δικαίαν.