Deuteronomy 1:16
Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων, διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀναμέσον ἀνδρὸς, καὶ ἀναμέσον ἀδελφοῦ, καὶ ἀναμέσον προσηλύτου αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 23:2Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ· οὐ προστεθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ τῶν πλειόνων, ὥστε ἑκκλεῖσαι κρίσιν.
Leviticus 19:15Οὐ ποιήσετε ἄδικον ἐν κρίσει· οὐ λήψῃ πρόσωπον πτωχοῦ, οὐδὲ μὴ θαυμάσῃς πρόσωπον δυνάστου· ἐν δικαιοσύνῃ κρίνεις τὸν πλησίον σου.
Numbers 27:19Καὶ στήσεις αὐτὸν ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς, καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν.
Deuteronomy 16:18Κριτὰς καὶ γραμματοεισαγωγεῖς ποιήσεις σεαυτῷ ἐν ταῖς πόλεσί σου, αἷς Κύριος ὁ Θεός σου δίδωσί σοι κατὰ φυλάς· καὶ κρινοῦσι τὸν λαὸν κρίσιν δικαίαν.
Deuteronomy 27:11Καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων,
2 Samuel 23:3Λέγει ὁ Θεὸς Ἰσραὴλ, ἐμοὶ ἐλάλησε φύλαξ ἐξ Ἰσραὴλ παραβολήν· εἶπὸν ἐν ἀνθρώπῳ, πῶς κραταιώσητε φόβον χριστοῦ;