Deuteronomy 26:11
καὶ εὐφρανθήσῃ ἐν πᾶσι τοῖς ἀγαθοῖς, οἷς ἔδωκέ σοι Κύριος ὁ Θεός σου, καὶ ἡ οἰκία σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος ὁ ἐν σοί.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 12:12Καὶ εὐφρανθήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ παῖδες ὑμῶν, καὶ αἱ παιδίσκαι ὑμῶν, καὶ ὁ Λευίτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν· ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθʼ ὑμῶν.
Deuteronomy 16:11Καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ οὖσα ἐν ὑμῖν, ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.
Psalms 63:3Ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν·
Isaiah 65:14ἰδοὺ, οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε.