Deuteronomy 26:12
Ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, καὶ φάγονται ἐν ταῖς πόλεσί σου, καὶ εὐφρανθήσονται.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 47:24Καὶ ἔσται τὰ γεννήματα αὐτῆς· καὶ δώσετε τὸ πεμπτὸν μέρος τῷ Φαραώ· τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ, καὶ εἰς βρῶσιν ὑμῖν, καὶ πᾶσι τοῖς ἐν τοῖς οἴκοις ὑμῶν.
Leviticus 27:30Πᾶσα δεκάτη τῆς γῆς, ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ τοῦ καρποῦ τοῦ ξυλίνου, τῷ. Κυρίῳ ἐστίν, ἅγιον τῷ Κυρίῳ.
Deuteronomy 12:17Οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὸ ἐπιδέκατον τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σαυ, καὶ πάσας τὰς εὐχὰς, ὅσας ἂν εὔξησθε, καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν σου.
Deuteronomy 14:28Μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γεννημάτων σου, ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσί σου.
Proverbs 14:21Ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός.