Ἐκκλησιαστής 1:17
Καὶ καρδία μου εἶδε πολλὰ, σοφίαν καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμην· ἔγνων ἐγώ ὅτι καί γε τοῦτό ἐστι προαίρεσις πνεύματος·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
18Ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως, καὶ ὁ προστιθεὶς γνῶσιν, προσθήσει ἄλγημα.
Cross References
Psalms 73:16Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νὺξ, σὺ κατηρτίσω ἥλιον καὶ σελήνην.
Ecclesiastes 2:3Καὶ κατεσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου, καὶ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ, καὶ τοῦ κρατῆσαι ἐπʼ εὐφροσύνην, ἕως οὗ ἴδω ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν.
Ecclesiastes 2:11Καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι ποιήμασί μου οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν μόχθῳ ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περίσσεια ὑπὸ τὸν ἥλιον.
Ecclesiastes 3:19Καί γε αὐτοῖς συνάντημα υἱῶν τοῦ ἀνθρώπου, καὶ συνάντημα τοῦ κτήνους, συνάντημα ἓν αὐτοῖς· ὡς ὁ θάνατος τούτου, οὕτως καὶ ὁ θάνατος τούτου· καὶ πνεῦμα ἓν τοῖς πᾶσι· καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος; οὐδέν· ὅτι πάντα ματαιότης.
Ecclesiastes 6:9Ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπερπορευόμενον ψυχῇ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.
Ecclesiastes 7:25Ἐκύκλωσα ἐγὼ καὶ ἡ καρδία μου τοῦ γνῶναι καὶ τοῦ κατασκέψασθαι καὶ τοῦ ζητῆσαι σοφίαν καὶ ψῆφον, καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀφροσύνην καὶ ὀχληρίαν καὶ περιφοράν.