Ἐκκλησιαστής 3:5
Καιρὸς τοῦ βαλεῖν λίθους καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους, καιρὸς τοῦ περιλαβεῖν καὶ καιρὸς τοῦ μακρυνθῆναι ἀπὸ περιλήψεως·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
4Καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι, καιρὸς τοῦ κόψασθαι καὶ καιρὸς τοῦ ὀρχήσασθαι·
6Καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι, καιρὸς τοῦ φυλάξαι καὶ καιρὸς τοῦ ἐκβαλεῖν·
Cross References
Joshua 4:3σύνταξον αὐτοῖς· καὶ ἀνέλεσθε ἐκ μέσου τοῦ Ἰορδάνου ἑτοίμους δώδεκα λίθους, καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς, θέτε αὐτοὺς ἐν τῇ στρατοπεδίᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα.
1 Samuel 21:4Καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν.
2 Kings 3:25καὶ τὰς πόλεις καθεῖλον, καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔῤῥιψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν, καὶ πᾶσαν πηγὴν ἐνέφραξαν, καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους· καὶ ἐκύκλευσαν οἱ σφενδονῆται, καὶ ἐπάταξαν αὐτήν.
Joel 2:16συναγάγετε λαὸν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.