Exodus 29:39
Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωῒ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν.
μετάφραση των εβδομήκοντα
In The King James Version
The one lamb thou shalt offer in the morning; and the other lamb thou shalt offer at even:
In Context
Cross References
2 Kings 3:20Καὶ ἐγένετο πρωῒ ἀναβαινούσης τῆς θυσίας, καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Ἐδώμ, καὶ ἐπλήσθη ἡ γῆ ὕδατος.
2 Chronicles 2:3καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου, ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιᾷν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διαπαντὸς, καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διαπαντὸς τοπρωῒ καὶ τοδείλης, καὶ ἐν τοῖς σαββάτοις, καὶ ἐν ταῖς νουμηνίαις, καὶ ἐν ταῖς ἑορταῖς τοῦ Κυρίου Θεοῦ ἡμῶν· εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ἰσραήλ.
Ezra 9:4Καὶ συνήχθησαν πρὸς μὲ πᾶς ὁ διώκων λόγον Θεοῦ Ἰσραὴλ ἐπὶ ἀσυνθεσίᾳ τῆς ἀποικίας· κᾀγὼ καθήμενος ἠρεμάζων ἕως τῆς θυσίας τῆς ἑσπερινῆς.
Ezekiel 46:13Καὶ ἀμνὸν ἐνιαύσιον ἄμωμον ποιήσει εἰς ὁλοκαύτωμα καθʼ ἡμέραν τῷ Κυρίῳ, πρωῒ ποιήσει αὐτόν·