Ezekiel 10:19
Καὶ ἀνέλαβον τὰ χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ· ἐν τῷ ἐξελθεῖν αὐτὰ, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπʼ αὐτῶν ὑπεράνω.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
18Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ χερουβίμ.
Cross References
Ezekiel 1:17Ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο· οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτὰ,
Ezekiel 8:16Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν, καὶ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ, καὶ ἀναμέσον τοῦ θυσιαστηρίου, ὡς εἴκοσι ἄνδρες τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ Κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, καὶ οὗτοι προσκυνοῦσι τῷ ἡλίῳ.
Ezekiel 11:1Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι, τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ ἴδον ἐν μέσῳ αὐτῶν τὸν Ἰεχονίαν τὸν τοῦ Ἔζερ, καὶ Φαλτίαν τὸν τοῦ Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ.
Ezekiel 43:1Καὶ ἤγαγέ με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς, καὶ ἐξήγαγέ με.