Ezekiel 11:1
Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι, τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ ἴδον ἐν μέσῳ αὐτῶν τὸν Ἰεχονίαν τὸν τοῦ Ἔζερ, καὶ Φαλτίαν τὸν τοῦ Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Kings 2:16καὶ εἶπον πρὸς αὐτὸν, ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε ᾖρεν αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔῤῥιψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἢ ἐφʼ ἓν τῶν ὀρέων ἢ ἐφʼ ἕνα τῶν βουνῶν· καὶ εἶπεν Ἑλισαιὲ, οὐκ ἀποστελεῖτε.
Isaiah 1:10Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας.
Ezekiel 3:12Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμοῦ μεγάλου, εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ.
Ezekiel 8:3Καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς, καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου, καὶ ἀνέλαβέ με πνεῦμα ἀναμέσον τῆς γῆς καὶ ἀναμέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς βλεπούσης εἰς Βοῤῥᾶν, οὗ ἦν ἡ στήλη τοῦ κτωμένου·
Ezekiel 10:19Καὶ ἀνέλαβον τὰ χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ· ἐν τῷ ἐξελθεῖν αὐτὰ, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπʼ αὐτῶν ὑπεράνω.
Ezekiel 11:24Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι Θεοῦ· καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως ἧς ἴδον.