Ezekiel 12:25
Διότι ἐγὼ Κύριος λαλήσω τοὺς λόγους μου, λαλήσω καὶ ποιήσω, καὶ οὐ μὴ μηκύνω ἔτι· ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν οἶκος ὁ παραπικραίνων, λαλήσω λόγον καὶ ποιήσω, λέγει Κύριος.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
24Ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς, καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.
26Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
Cross References
Isaiah 14:24Τάδε λέγει Κύριος σαβαὼθ, ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ,
Jeremiah 1:11Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, τί σὺ ὁρᾷς; καὶ εἶπα, βακτηρίαν καρυΐνην.
Lamentations 2:17ΦΗ. Ἐποίησε Κύριος ἃ ἐνεθυμήθη, συνετέλεσε ῥῆμα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων· καθεῖλε, καὶ οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρὸν, ὕψωσε κέρας θλίβοντός σε.
Ezekiel 7:13Διότι ὁ κτώμενος πρὸς τὸν πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψει, καὶ ἄνθρωπος ἐν ὀφθαλμῷ ζωῆς αὐτοῦ οὐ κρατήσει.
Ezekiel 12:28Διατοῦτο εἰπὸν πρὸς αὐτοὺς, Τάδε λέγει Κύριος, οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· λαλήσω καὶ ποιήσω, λέγει Κύριος.
Habakkuk 1:5Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια, καὶ ἀφανίσθητε· διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται.