Ezekiel 13:19
Καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου, ἕνεκεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλασμάτων ἄρτων, τοῦ ἀποκτεῖναι ψυχὰς ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθαι ψυχὰς ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Samuel 2:16Καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων, θυμιαθήτω πρῶτον ὡς καθήκει τὸ στέαρ, καὶ λάβε σεαυτῷ ἐκ πάντων ὧν ἐπιθυμεῖ ἡ ψυχή σου· καὶ εἶπεν, οὐχί· ὅτι νῦν δώσεις· καὶ ἐὰν μὴ, λήψομαι κραταιῶς.
Proverbs 19:27Υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς, μελετήσει ῥήσεις κακάς.
Isaiah 5:20Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρὸν· οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν.
Jeremiah 23:17Λέγουσι τοῖς ἀπωθουμένοις τὸν λόγον Κυρίου, εἰρήνη ἔσται ὑμῖν, καὶ πᾶσι τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν, καὶ παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ, εἶπαν, οὐχ ἥξει ἐπὶ σὲ κακά.
Ezekiel 20:39Καὶ ὑμεῖς οἶκος Ἰσραὴλ, τάδε λέγει Κύριος Κύριος, ἕκαστος τὰ ἐπιτηδεύματα αὐτοῦ ἐξάρατε, καὶ μετὰ ταῦτα εἰ ὑμεῖς εἰσακούετέ μου, καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσετε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν·
Ezekiel 22:27Οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα, τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσι.