Ezekiel 20:39
Καὶ ὑμεῖς οἶκος Ἰσραὴλ, τάδε λέγει Κύριος Κύριος, ἕκαστος τὰ ἐπιτηδεύματα αὐτοῦ ἐξάρατε, καὶ μετὰ ταῦτα εἰ ὑμεῖς εἰσακούετέ μου, καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσετε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Joshua 24:15Εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν Κυρίῳ, ἐκλέξασθε ὑμῖν αὐτοῖς σήμερον τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν, τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν Ἀμοῤραίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστι.
2 Kings 3:13Καὶ εἶπεν Ἑλισαιὲ πρὸς βασιλέα Ἰσραὴλ, τί ἐμοὶ καὶ σοί; δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ τοὺς προφήτας τῆς μητπός σου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἰσραήλ, μή ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ;
Proverbs 21:27Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς.
Isaiah 66:3Ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον, ὡς ὁ ἀποκτέννων κύνα· ὁ δὲ ἀναφέρων σεμίδαλιν, ὡς αἷμα ὕειον· ὁ διδοὺς λίβανον εἰς μνημόσυνον, ὡς βλάσφημος. Καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν ἡ ψυχὴ αὐτῶν ἠθέλησε.
Ezekiel 23:37Ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσὶν αὐτῶν, τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὐτῶν ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοῖς διʼ ἐμπύρων.