Ezekiel 22:3
καὶ ἐρεῖς, τάδε λέγει Κύριος Κύριος, ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς, τοῦ ἐλθεῖν καιρὸν αὐτῆς, καὶ ποιοῦσα ἐνθυμήματα καθʼ ἑαυτῆς, τοῦ μιαίνειν αὐτήν,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
2καὶ σύ υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς,
Cross References
2 Kings 21:9Καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσῆς τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου ὑπὲρ τὰ ἔθνη, ἃ ἠθάνισε Κύριος ἐκ προσώπου υἱῶν Ἰσραήλ.
2 Kings 24:4Καί γε τὸ αἷμα ἀθῶον, ἐξέχεε, καὶ ἔπλησε τὴν Ἰερουσαλὴμ αἵματος ἀθώου, καὶ οὐκ ἠθέλησε Κύριος ἱλασθῆναι.
Isaiah 1:21Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.
Ezekiel 7:2καὶ σὺ υἱὲ ἀνθρώπου εἰπόν, τάδε λέγει Κύριος, Τῇ γῇ τοῦ Ἰσραὴλ πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς.
Ezekiel 22:4ἐν τοῖς αἵμασιν αὐτῶν οἷς ἐξέχεας, παραπέπτωκας, καὶ ἐν τοῖς ἐνθυμήμασί σου οἷς ἐποίεις, ἐμιαίνου· καὶ ἤγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου· διατοῦτο δέδωκά σε εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι, καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις ταῖς ἐγγιζούσαις πρὸς σὲ,
Ezekiel 22:27Οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα, τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσι.