Ezekiel 27:36
Ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Psalms 37:10Καὶ ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου οὐκ ἀπεκρύβη ἀπὸ σοῦ.
Jeremiah 18:16τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν, καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι διʼ αὐτῆς ἐκστήσονται, καὶ κινήσουσι τὴν κεφαλὴν αὐτῶν.
Jeremiah 49:17Καὶ ἔσονται πάντες οἱ ἄνθρωποι, καὶ πάντες οἱ ἀλλογενεῖς, οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ, ἐκλείψουσιν ἐν τῇ ῥομφαίᾳ, καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐδεὶς σωζόμενος ἀπὸ τῶν κακῶν ὧν ἐγὼ ἐπάγω ἐπʼ αὐτούς.
Lamentations 2:15ΣΑΜΕΧ. Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδὸν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ἱερουσαλήμ. Αὕτη ἡ πόλις, ἐροῦσι, στέφανος εὐφροσύνης πάσης τῆς γῆς;
Ezekiel 26:14Καὶ δώσω σε λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ, οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ Κύριος ἐλάλησα, λέγει Κύριος.
Zephaniah 2:15Αὕτη ἡ πόλις ἡ φαυλίστρια, ἡ κατοικοῦσα ἐπʼ ἐλπίδι, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς, ἐγώ εἰμι, καὶ οὐκ ἔστι μετʼ ἐμὲ ἔτι· πῶς ἐγενήθη εἰς ἀφανισμὸν, νομὴ θηρίων; πᾶς ὁ διαπορευόμενος διʼ αὐτῆς συριεῖ, καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.