Ezekiel 33:12
Εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου, δικαιοσύνη δικαίου οὐ μὴ ἐξελεῖται αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ· καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ· καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Chronicles 7:14καὶ ἐὰν ἐντραπῇ ὁ λαός μου ἐφʼ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτοὺς, καὶ προσεύξωνται καὶ ζητήσωσι τὸ πρόσωπόν μου, καὶ ἀποστρέψωσιν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ ἐγὼ εἰσακούσομαι ἐκ τοῦ οὐρανοῦ, καὶ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν, καὶ ἰάσομαι τὴν γῆν αὐτῶν.
Jeremiah 18:10καὶ ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα, τοῦ ποιῆσαι αὐτοῖς.
Ezekiel 18:21Καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησε, καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου, καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ.
Ezekiel 33:2υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου, καὶ ἐρεῖς πρὸς αὐτοὺς, Γῆ ἐφʼ ἣν ἂν ἐπάγω ῥομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν, καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπὸν,