Ezekiel 34:8
Ζῶ ἐγὼ, λέγει Κύριος Κύριος, εἰ μὴν ἀντὶ τοῦ γενέσθαι τὰ πρόβατά μου εἰς προνομὴν, καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ πεδίου, παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτοὺς, τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
7Διατοῦτο ποιμένες ἀκούσατε λόγον Κυρίου.
Cross References
Ezekiel 34:2υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραὴλ, προφήτευσον, καὶ εἰπὸν τοῖς ποιμέσι, Τάδε λέγει Κύριος Κύριος, ὦ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσι ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες;
Ezekiel 34:10τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκ ἔσονται αὐτοῖς ἔτι εἰς κατάβρωμα.
Ezekiel 34:31πρόβατά μου καὶ πρόβατα ποιμνίου μου ἐστὲ, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, λέγει Κύριος Κύριος.