Ezekiel 36:4
διατοῦτο ὄρη Ἰσραὴλ ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ τοῖς χειμάῤῥοις, καὶ ταῖς φάραγξι, καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις, καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, καὶ ἐγένοντο εἰς προνομὴν, καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι περικύκλῳ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 11:11Ἡ δὲ γῆ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτὴν, γῆ ὀρεινὴ καὶ πεδινὴ· ἐκ τοῦ ὑετοῦ τοῦ οὐρανοῦ πίεται ὕδωρ.
Psalms 79:4Ὁ Θεὸς ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.
Isaiah 24:1Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ.
Jeremiah 25:9ἰδοὺ ἐγὼ ἀποστέλλω, καὶ λήψομαι πατριὰν ἀπὸ Βοῤῥᾶ, καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν, καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς, καὶ ἐξερημώσω αὐτοὺς, καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν, καὶ εἰς συριγμὸν, καὶ εἰς ὀνειδισμὸν αἰώνιον.
Ezekiel 6:3καὶ ἐρεῖς, Τὰ ὄρη Ἰσραὴλ ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξι καὶ ταῖς νάπαις, ἰδοὺ ἐγὼ ἐπάγω ἐφʼ ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν.
Ezekiel 34:28καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔθνεσι, καὶ τὰ θηρία τῆς γῆς οὐκέτι μὴ φάγωσιν αὐτούς· καὶ κατοικήσουσιν ἐν ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.