Ezekiel 39:11
Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γὼγ τόπον ὀνομαστὸν, μνημεῖον ἐν Ἰσραὴλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ καὶ περιοικοδομήσουσι τὸ περιστόμιον τῆς φάραγγος, καὶ κατορύξουσιν ἐκεῖ τὸν Γὼγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται τότε Τὸ πολυάνδριον τοῦ Γώγ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
12Καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ἰσραὴλ, ἵνα καθαρισθῇ ἡ γῆ ἐν ἑπταμήνῳ.
Cross References
Exodus 8:14Ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς φαρμακίαις αὐτῶν, ἐξαγαγεῖν τὸν σκνῖφα, καὶ οὐκ ἠδύναντο· καὶ ἐγένοντο οἱ σκνίφες ἔν τε τοῖς ἀνθρώποις, καὶ ἐν τοῖς τετράποσιν.
Numbers 34:11Καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμὰρ Βηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν.
Ezekiel 47:18Καὶ τὰ πρὸς ἀνατολὰς ἀναμέσον τῆς Λωρανίτιδος, καὶ ἀναμέσον Δαμασκοῦ, καὶ ἀναμέσον τῆς Γαλααδίτιδος, καὶ ἀναμέσον τῆς γῆς τοῦ Ἰσραὴλ, ὁ Ἰορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν, τὴν πρὸς ἀνατολὰς φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς.