Ezekiel 40:6
Καὶ εἰσῆλθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοῖς, καὶ διεμέτρησε τὸ αἰλὰμ τῆς πύλης ἶσον τῷ καλάμῳ·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Kings 6:8Καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν τοῦ οἴκου τὴν δεξιὰν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον, καὶ ἐκ τῆς μέσης ἐπὶ τὸ τριόροφα.
1 Chronicles 9:24Κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατὰ ἀνατολὰς, θάλασσαν, Βοῤῥᾶν, Νότον.
Psalms 84:10Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.
Ezekiel 8:16Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν, καὶ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ, καὶ ἀναμέσον τοῦ θυσιαστηρίου, ὡς εἴκοσι ἄνδρες τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ Κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, καὶ οὗτοι προσκυνοῦσι τῷ ἡλίῳ.
Ezekiel 11:1Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι, τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ ἴδον ἐν μέσῳ αὐτῶν τὸν Ἰεχονίαν τὸν τοῦ Ἔζερ, καὶ Φαλτίαν τὸν τοῦ Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ.
Ezekiel 40:7Καὶ τὸ θεὲ ἶσον τῷ καλάμῳ τὸ μῆκος, καὶ ἶσον τῷ καλάμῳ τὸ πλάτος, καὶ τὸ αἰλὰμ ἀναμέσον τοῦ θεηλὰθ πηχῶν ἕξ· καὶ τὸ θεὲ τὸ δεύτερον, ἶσον τῷ καλάμῳ πλάτος, καὶ ἶσον τῷ καλάμῳ μῆκος, καὶ τὸ αἰλὰμ πηχέων πέντε·