Ezekiel 48:21
Τὸ δὲ περισσὸν τῷ ἀφηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου, καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως, ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος, ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν, ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς θάλασσαν, ἐχόμενα τῶν μερίδων τοῦ ἀφηγουμένου· καὶ ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων καὶ τὸ ἁγίασμα τοῦ οἴκου ἐν μέσῳ αὐτῆς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Ezekiel 34:23Καὶ ἀναστήσω ἐπʼ αὐτοὺς ποιμένα ἕνα, καὶ ποιμανεῖ αὐτοὺς, τὸν δοῦλόν μου Δαυὶδ, καὶ ἔσται αὐτῶν ποιμὴν,
Ezekiel 45:7Καὶ τῷ ἡγουμένῳ ἐκ τούτου, καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τῶν ἁγίων, εἰς κατάσχεσιν τῆς πόλεως, κατὰ πρόσωπον τῶν ἀπαρχῶν τῶν ἁγίων, καὶ κατὰ πρόσωπον τῆς κατασχέσεως τῆς πόλεως τὰ πρὸς θάλασσαν, καὶ ἀπὸ τῶν πρὸς θάλασσαν πρὸς ἀνατολάς· καὶ τὸ μῆκος ὡς μία τῶν μερίδων ἀπὸ τῶν ὁρίων τῶν πρὸς θάλασσαν, καὶ τὸ μῆκος, ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τῆς γῆς.
Ezekiel 48:10Τούτων ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων τοῖς ἱερεῦσιν πρὸς Βοῤῥᾶν, πέντε καὶ εἴκοσι χιλιάδες· καὶ πρὸς θάλασσαν, δέκα χιλιάδες· καὶ πρὸς Νότον, εἴκοσι καὶ πέντε χιλιάδες· καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ