Ezekiel 5:16
Καὶ ἐν τῷ ἀποστεῖλαί με βολίδας τοῦ λιμοῦ ἐπʼ αὐτούς, καὶ ἔσονται εἰς ἔκλειψιν, καὶ συντρίψω στήριγμα ἄρτου σου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Leviticus 26:26Ἐν τῷ θλίψαι ὑμᾶς σιτοδείᾳ ἄρτων, καὶ πέψουσι δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνὶ, καὶ ἀποδώσουσι τοὺς ἄρτους ὑμῶν ἐν σταθμῷ, καὶ φάγεσθε, καὶ οὐ μὴ ἐμπλησθῆτε.
2 Kings 6:25Καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ· καὶ ἰδοὺ περιεκάθηντο ἐπʼ αὐτὴν ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα ἀργυρίου, καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε ἀργυρίου.
Psalms 91:5Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.
Lamentations 3:12Η. Ἐνέτεινε τόξον αὐτοῦ, καὶ ἐστήλωσέ με ὡς σκοπὸν εἰς βέλος.
Ezekiel 14:13υἱὲ ἀνθρώπου, γῆ ἣ ἐὰν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπʼ αὐτὴν, καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου, καὶ ἐξαποστελῶ ἐπʼ αὐτὴν λιμὸν, καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτήνη.