The Bible Software
bible.software › Ezekiel › Ezekiel 8 › Ezekiel 8:10

Ezekiel 8:10

Καὶ εἰσῆλθον, καὶ ἴδον, καὶ ἰδοὺ μάταια βδελύγματα, καὶ πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπʼ αὐτοὺς κύκλῳ.

μετάφραση των εβδομήκοντα

In The King James Version

So I went in and saw; and behold every form of creeping things, and abominable beasts, and all the idols of the house of Israel, pourtrayed upon the wall round about.

In Context

9Καὶ εἶπε πρὸς μὲ, εἴσελθε, καὶ ἴδε τὰς ἀνομίας ἃς οὗτοι ποιοῦσιν ὧδε.

11Καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, καὶ Ἰεχονίας ὁ τοῦ Σαφὰν ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν, καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρὶ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε.

Read all of Ezekiel 8

Cross References

Leviticus 11:10Καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια, οὐδὲ λεπίδες ἐν τῷ ὕδατι, ἢ ἐν ταῖς θαλάσσαις, καὶ ἐν τοῖς χειμάῤῥοις, ἀπὸ πάντων ὧν ἐρεύγεται τὰ ὕδατα, καὶ ἀπὸ πάσης ψυχῆς τῆς ζώσης ἐν τῷ ὕδατι, βδέλυγμά ἐστι, καὶ βδελύγματα ἔσονται ὑμῖν.

Leviticus 11:42Καὶ πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίας, καὶ πᾶς ὁ πορευόμενος ἐπὶ τέσσαρα διαπαντός, ὃ πολυπληθεῖ ποσὶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, οὐ φάγεσθε αὐτὸ, ὅτι βδέλυγμα ὑμῖν ἐστι.

Deuteronomy 4:18ὁμοίωμα παντὸς ἑρπετοῦ ὃ ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ὅσα ἐστὶν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.

Deuteronomy 4:25Ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου, καὶ χρονίσητε ἐπὶ τῆς γῆς, καὶ ἀνομήσητε, καὶ ποιήσετε γλυπτὸν ὁμοίωμα παντός, καὶ ποιήσητε τὸ πονηρὸν ἐνώπιου Κυρίου τοῦ

Deuteronomy 14:7Καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν, καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς, καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, καὶ δασύποδα, καὶ χοιρογρύλλιον· ὅτι ἀνάγουσι μηρυκισμὸν, καὶ ὁπλὴν οὐ διχηλοῦσιν, ἀκάθαρτα ταῦτα ὑμῖν ἐστι.

Jeremiah 2:26Ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ἰσραὴλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν, καὶ οἱ ἄρχοντες αὐτῶν, καὶ οἱ ἱερεῖς αὐτῶν, καὶ οἱ προφῆται αὐτῶν.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study Ezekiel 8:10

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← Ezekiel 8:9Ezekiel 8Ezekiel 8:11 →