Ezekiel 8:11
Καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, καὶ Ἰεχονίας ὁ τοῦ Σαφὰν ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν, καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρὶ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 24:1Καὶ Μωυσῇ εἶπεν, ἀνάβηθι πρὸς τὸν Κύριον σὺ καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ἰσραήλ· καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ.
Numbers 11:16Καὶ εἶπε Κύριος πρὸς Μωυσῆς, συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτὸς σὺ οἶδας, ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶς· καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ.
Numbers 16:17Καὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ, καὶ ἐπιθήσετε ἐπʼ αὐτὰ θυμίαμα, καὶ προσάξετε ἔναντι Κυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ, πεντήκοντα καὶ διακόσια πυρεῖα, καὶ σὺ καὶ Ἀαρὼν ἕκαστος τὸ πυρεῖον αὐτοῦ.
2 Kings 22:3Καὶ ἐγενήθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ Ἰωσείᾳ, ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαπφὰν υἱὸν Ἐζελίου υἱοῦ Μεσολλὰμ τὸν γραμματέα οἴκου Κυρίου, λέγων,
2 Kings 22:12Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ, καὶ τῷ Ἀχικὰμ υἱῷ Σαπφὰν, καὶ τῷ Ἀχοβὼρ υἱῷ Μιχαίου, καὶ τῷ Σαπφὰν τῷ γραμματεῖ, καὶ τῷ Ἀσαΐᾳ δούλῳ τοῦ βασιλέως, λέγων,
2 Kings 25:22Καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ γῇ Ἰούδα οὓς κατέλιπε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπʼ αὐτῶν τὸν Γοδολίαν υἱὸν Ἀχικὰμ υἱὸν Σαφάν.