Γένεσις 31:21
Καὶ ἀπέδρα αὐτὸς, καὶ τὰ αὐτοῦ πάντα, καὶ διέβη τὸν ποταμὸν, καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
20Ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον, τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀποδιδράσκει.
22Ἀνηγγέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτι ἀπέδρα Ἰακώβ.
Cross References
Genesis 15:18Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ Ἅβραμ διαθήκην, λέγων, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου·
Genesis 37:25Ἐκάθισαν δὲ φαγεῖν ἄρτον· καὶ ἀναβλέψαντες τοῖς ὀφθαλμοῖς εἶδον, καὶ ἰδοὺ ὁδοιπόροι Ἰσμαηλῖται ἤρχοντο ἐκ Γαλαάδ· καὶ αἱ κάμηλοι αὐτῶν ἔγεμον θυμιαμάτων καὶ ῥητίνης καὶ στακτῆς. ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον.
Numbers 24:1Καὶ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἐναντίον Κυρίου εὐλογεῖν τὸν Ἰσραὴλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς αὐτῷ εἰς συνάντησιν τοῖς οἰωνοῖς, καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον.
Deuteronomy 3:12Καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστι παρὰ τὸ χείλος χειμάῤρου Ἀρνών, καὶ τὸ ἥμισυ τοῦ ὄρους Γαλαάδ· καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ῥουβὴν καὶ τῷ Γάδ.
Joshua 24:2Καὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαὸν, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, πέραν τοῦ ποταμοῦ παρῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπαρχῆς, Θάρα ὁ πατὴρ Ἁβραὰμ, καὶ ὁ πατὴρ Ναχὼρ, καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις.
2 Samuel 24:6Καὶ ἦλθον εἰς Γαλαὰδ καὶ εἰς γῆν Θαβασὼν, ἥ ἐστιν Ἀδασαὶ, καὶ παρεγένοντο εἰς Δανιδὰν καὶ Οὐδὰν, καὶ ἐκύκλωσαν Σιδῶνα.