Γένεσις 4:5
Ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ, οὐ προσέσχε· καὶ ἐλυπήθη Κάϊν λίαν, καὶ συνέπεσε τῷ προσώπῳ αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
6Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν, ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου;
Cross References
Genesis 31:2Καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον τοῦ Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡσεὶ χθὲς καὶ τρίτην ἡμέραν.
Genesis 39:19Ἐγένετο δὲ, ὡς ἤκουσεν ὁ κύριος τὰ ῥήματα τῆς γυναικὸς αὐτοῦ, ὅσα ἐλάλησε πρὸς αὐτὸν, λέγουσα, οὕτως ἐποίησέ μοι ὁ παῖς σου, καὶ ἐθυμώθη ὀργῇ.
Job 5:2Καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργὴ, πεπλανημένον δὲ θανατοῖ ζῆλος.
Psalms 20:3Τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν· διάψαλμα.
Ecclesiastes 4:4Καὶ εἶδον ἐγὼ σύμπαντα τὸν μόχθον, καὶ σύμπασαν ἀνδρίαν τοῦ ποιήματος, ὅτι αὐτὸ ζῆλος ἀνδρὸς ἀπὸ τοῦ ἑταίρου αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.