Γένεσις 4:6
Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν, ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου;
μετάφραση των εβδομήκοντα
In The King James Version
And the LORD said unto Cain, Why art thou wroth? and why is thy countenance fallen?
In Context
Cross References
1 Chronicles 13:11Καὶ ἠθύμησε Δαυὶδ, ὅτι διέκοψε Κύριος διακοπὴν ἐν Ὀζὰ, καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον, Διακοπὴ Ὀζὰ, ἕως τῆς ἡμέρας ταύτης.
Isaiah 1:18Καὶ δεῦτε, διελεγχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.
Jeremiah 2:31Ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος, μὴ ἔρημος ἐγενόμην τῷ Ἰσραὴλ ἢ γῆ κεχερσωμένη; διατί εἶπεν ὁ λαός μου, οὐ κυριευθησόμεθα, καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι;
Jonah 4:9Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν, εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπε, σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.