Habakkuk 2:10
Ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας πολλοὺς λαοὺς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου.
μετάφραση των εβδομήκοντα
In The King James Version
Thou hast consulted shame to thy house by cutting off many people, and hast sinned against thy soul.
In Context
11Διότι λίθος ἐκ τοίχου βοήσεται, καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά.
Cross References
1 Kings 2:23Καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμὼν κατὰ τοῦ Κυρίου, λέγων, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε παροσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Ἀδωνίας τὸν λόγον τοῦτον.
2 Kings 10:7Καὶ ἐγένετο ὡς ἦλθε τὸ βιβλίον πρὸς αὐτοὺς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ ἔσφαξαν αὐτοὺς ἑβδομήκοντα ἄνδρας· καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις, καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ἰεζράελ.
Proverbs 8:36Οἱ δὲ ἁμαρτάνοντες εἰς ἐμὲ, ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχὰς, καὶ οἱ μισοῦντές με ἀγαπῶσι θάνατον.
Isaiah 33:11Νῦν ὄψεσθε, νῦν αἰσθηθήσεσθε, ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν· πῦρ κατέδεται ὑμᾶς.
Jeremiah 26:19Σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ κατοικοῦσα θύγατερ Αἰγύπτου, ὅτι Μέμφις εἰς ἀφανισμὸν ἔσται, καὶ κληθήσεται Οὐαὶ, διὰ τὸ μὴ ὑπάρχειν κατοικοῦντας ἐν αὐτῇ.
Nahum 1:14Καὶ ἐντελεῖται περὶ σοῦ Κύριος, οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· ἐξ οἴκου θεοῦ σου ἐξολοθρεύσω τὰ γλυπτὰ, καὶ χωνευτὰ, θήσομαι ταφήν σου, ὅτι ταχεῖς.