Habakkuk 2:9
Ὢ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ, τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ, τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
10Ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας πολλοὺς λαοὺς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου.
Cross References
Genesis 13:10Καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐπεῖδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη, πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ, καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα.
Deuteronomy 7:25Τὰ γλυπτὰ τῶν Θεῶν αὐτῶν καύσετε πυρί· οὐκ ἐπιθυμήσεις ἀργύριον, οὐδὲ χρυσίον ἀπʼ αὐτῶν οὐ λήψῃ σεαυτῷ, μὴ πταίσῃς διʼ αὐτὸ, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστί.
1 Kings 21:2Καὶ ἀπέστειλε πρὸς Ἀχαὰβ βασιλέα Ἰσραὴλ εἰς τὴν πόλιν, καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει υἱὸς Ἄδερ,
2 Kings 5:20Καὶ εἶπε Γιεζὶ τὸ παιδάριον Ἐλισαιὲ, ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ Ναιμὰν τοῦ Σύρου τούτου, τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχε· ζῇ Κύριος, ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ, καὶ λήψομαι ἀπʼ αὐτοῦ τι.
Psalms 10:3Ὅτι ἃ κατηρτίσω καθεῖλον, ὁ δὲ δίκαιος τί ἐποίησε;
Psalms 52:7Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἀποστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.