Jeremiah 10:18
Ὅτι τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν θλίψει, ὅπως εὑρεθῇ ἡ πληγή σου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
17Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσαν ἐν ἐκλεκτοῖς.
19Οὐαὶ ἐπὶ συντρίμματί σου, ἀλγηρὰ ἡ πληγή σου· κᾀγὼ εἶπα, ὄντως τοῦτο τὸ τραῦμά σου, καὶ κατέλαβέ σε.
Cross References
1 Samuel 25:29Καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ Κυρίῳ τῷ Θεῷ, καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης.
Jeremiah 15:1Καὶ εἶπε Κύριος πρὸς μὲ, ἐὰν στῇ Μωυσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς· ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν.
Jeremiah 23:20Καὶ οὐκ ἔτι ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως ποιήσῃ αὐτὸ, καὶ ἕως ἂν στήσῃ αὐτὸ, ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτό.
Zechariah 1:6Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν· καὶ ἀπεκρίθησαν, καὶ εἶπαν, καθὼς παρατέτακται Κύριος παντοκράτωρ τοῦ ποιῆσαι ἡμῖν κατὰ τὰς ὁδοὺς ἡμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ἡμῶν, οὕτως ἐποίησεν ἡμῖν.