Jeremiah 11:21
Διατοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας, οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰ δὲ μὴ, ἀποθάνῃ ἐν ταῖς χερσὶν ἡμῶν·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Isaiah 30:10Οἱ λέγοντες τοῖς προφήταις, μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι, μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,
Jeremiah 12:5Σοῦ οἱ πόδες τρέχουσι, καὶ ἐκλύουσί σε· πῶς παρασκευάσῃ ἐφʼ ἵπποις; καὶ ἐν γῇ εἰρήνης σου πέποιθας· πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου;
Jeremiah 20:1Καὶ ἤκουσε Πασχὼρ ὁ υἱὸς Ἑμμὴρ ὁ ἱερεὺς, καὶ οὗτος ἦν καθεσταμένος ἡγούμενος οἴκου Κυρίου, τοῦ Ἱερεμίου προφητεύοντος τοὺς λόγους τούτους.
Jeremiah 26:8Ὕδατα Αἰγύπτου ὡς ποταμὸς ἀναβήσεται· καὶ εἶπεν, ἀναβήσομαι, καὶ κατακαλύψω τὴν γῆν, καὶ ἀπολῶ τοὺς κατοικοῦντας ἐν αὐτῇ.
Amos 2:12Καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες, οὐ μὴ προφητεύσητε.
Micah 2:6μὴ κλαίετε δάκρυσι, μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις· οὐδὲ γὰρ ἀπώσεται ὀνείδη,