Jeremiah 12:9
Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ, ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε, συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Kings 24:2Καὶ ἀπέστειλε Κύριος αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων, καὶ τοὺς μονοζώνους Συρίας, καὶ τοὺς μονοζώνους Μωὰβ, καὶ τοὺς μονοζώνους υἱῶν Ἀμμὼν, καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ Ἰούδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν.
Isaiah 2:12Ἡμέρα γὰρ Κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται.
Jeremiah 2:15Ἐπʼ αὐτὸν ὠρύοντο λέοντες, καὶ ἔδωκαν τὴν φωνὴν αὐτῶν, οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον, καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν, παρὰ τὸ μὴ κατοικεῖσθαι.
Jeremiah 15:3Καὶ ἐκδικήσω ἐπʼ αὐτοὺς τέσσαρα εἴδη, λέγει Κύριος· τὴν μάχαιραν εἰς σφαγὴν, καὶ τοὺς κύνας εἰς διασπασμὸν, καὶ τὰ θηρία τῆς γῆς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ διαφθοράν.
Ezekiel 23:22Διατοῦτο, Ὀολιβὰ, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σὲ, ἀφʼ ὧν ἀπέστη ἡ ψυχή σου ἀπʼ αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν,
Ezekiel 39:17Καὶ σὺ υἱὲ ἀνθρώπου εἰπὸν, τάδε λέγει Κύριος, εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ, καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου, Συνάχθητε καὶ ἔρχεσθε, συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου, ἣν τέθυκα ὑμῖν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ φάγεσθε κρέα, καὶ πίεσθε αἷμα.