Jeremiah 17:16
Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα· σὺ ἐπίστῃ· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου, πρὸ προσώπου σου ἐστί.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
15Ἰδοὺ αὐτοὶ λέγουσι πρὸς μὲ, ποῦ ἐστιν ὁ λόγος Κυρίου; ἐλθέτω.
17Μὴ γενηθῇς μοι εἰς ἀλλοτρίωσιν, φειδόμενός μου ἐν ἡμέρᾳ πονηρᾷ.
Cross References
Jeremiah 4:19Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου, μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου· οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυγὴν πολέμου
Jeremiah 13:17Ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου.
Jeremiah 15:15Κύριε μνήσθητί μου, καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυμίαν· γνῶθι, ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν
Jeremiah 20:7Ἠπάτησάς με Κύριε, καὶ ἠπατήθην, ἐκράτησας, καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος·
Ezekiel 3:14Καὶ τὸ πνεῦμα ἐξῇρέ με, καὶ ἀνέλαβέ με, καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπʼ ἐμὲ κραταιά.
Amos 7:14Καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε πρὸς Ἀμασίαν, οὐκ ἤμην προφήτης ἐγὼ, οὐδὲ υἱὸς προφήτου, ἀλλʼ ἢ αἰπόλος ἤμην, καὶ κνίζων συκάμινα·