Jeremiah 34:3
Καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα Ἰδουμαίας, καὶ πρὸς βασιλέα Μωὰβ, καὶ πρὸς βασιλέα υἱῶν Ἀμμὼν, καὶ πρὸς τὸν βασιλέα Τύρου, καὶ πρὸς βασιλέα Σιδῶνος, ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς Ἱερουσαλὴμ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
2Οὕτως εἶπε Κύριος, ποίησον σεαυτῷ δεσμοὺς καὶ κλοιοὺς, καὶ περίθου περὶ τὸν τράχηλόν σου.
Cross References
Jeremiah 21:7Καὶ μετὰ ταῦτα οὕτως λέγει Κύριος, δώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα, καὶ τοὺς παῖδας αὐτοῦ, καὶ τὸν λαὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας, εἰς χεῖρας ἐχθρῶν αὐτῶν, τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ φείσομαι ἐπʼ αὐτοῖς, καὶ οὐ μὴ οἰκτειρήσω αὐτούς.
Jeremiah 38:18Ἀκοὴν ἤκουσα Ἐφραὶμ ὀδυρομένου, ἐπαίδευσάς με, καὶ ἐπαιδεύθην· ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην· ἐπίστρεψόν με, καὶ ἐπιστρέψω, ὅτι σὺ Κύριος ὁ Θεός μου.
Jeremiah 39:4καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται·
Jeremiah 52:11Καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε, καὶ ἔδησεν αὐτὸν ἐν πέδαις· καὶ ἤγαγεν αὐτὸν βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἔδωκεν αὐτὸν εἰς οἰκίαν μύλωνος, ἕως ἡμέρας ἧς ἀπέθανε.
Ezekiel 17:16Ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν μὴ ἐν τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτὸν, ὃς ἠτίμωσε τὴν ἀράν μου, καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετʼ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει,