Jeremiah 38:18
Ἀκοὴν ἤκουσα Ἐφραὶμ ὀδυρομένου, ἐπαίδευσάς με, καὶ ἐπαιδεύθην· ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην· ἐπίστρεψόν με, καὶ ἐπιστρέψω, ὅτι σὺ Κύριος ὁ Θεός μου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Kings 25:4Καὶ ἐῤῥάγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀναμέσον τῶν τειχῶν, αὕτη ἐστὶ τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ· καὶ ἐπορεύθη ὁδὸν τὴν Ἄραβα·
Jeremiah 21:10Διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ, καὶ οὐκ εἰς ἀγαθά· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται, καὶ κατακαύσει αὐτὴν ἐν πυρί.
Jeremiah 34:2Οὕτως εἶπε Κύριος, ποίησον σεαυτῷ δεσμοὺς καὶ κλοιοὺς, καὶ περίθου περὶ τὸν τράχηλόν σου.
Jeremiah 34:19Καὶ τῶν ἐπιλοίπων σκευῶν,
Jeremiah 38:3Κύριος πόῤῥωθεν ὤφθη αὐτῷ· ἀγάπησιν αἰώνιον ἠγάπησά σε· διατοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα.