Jeremiah 4:5
Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ, καὶ ἀκουσθήτω ἐν Ἱερουσαλήμ· εἴπατε, σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι, κεκράξατε μέγα· εἴπατε, συνάχθητε, καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Numbers 10:3Καὶ σαλπιεῖς ἐν αὐταῖς, καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·
Isaiah 28:19Ὅταν παρέλθῃ, λήμψεται ὑμᾶς, πρωῒ πρωῒ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά.
Jeremiah 6:1Ἐνισχύσατε υἱοὶ Βενιαμὶν ἐκ μέσου τῆς Ἱερουσαλὴμ, καὶ ἐν Θεκουὲ σημάνατε σάλπιγγι, καὶ ὑπὲρ Βαιθαχαρμὰ ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ Βοῤῥᾶ, καὶ συντριβὴ μεγάλη γίνεται·
Jeremiah 9:12Καὶ εἶπε Κύριος πρὸς μὲ, διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου, ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου,
Jeremiah 35:11Καὶ εἶπεν Ἀνανίας κατʼ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ, λέγων, οὕτως εἶπε Κύριος, οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐθνῶν· καὶ ᾤχετο Ἱερεμίας εἰς τὴν ὁδὸν αὐτοῦ.
Hosea 8:1Εἰς κόλπον αὐτῶν, ὡς γῆ, ὡς ἀετὸς ἐπʼ οἶκον Κυρίου, ἀνθʼ ὧν παρέβησαν τὴν διαθήκην μου, καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν.