Jeremiah 51:25
Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὑμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε, καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε, λέγουσαι, ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν ἃς ὡμολογήκαμεν, θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς· ἐμμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν, καὶ ποιοῦσαι ἐποιήσατε.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
24Καὶ εἶπεν Ἱερεμίας τῷ λαῷ, καὶ ταῖς γυναιξὶν, ἀκουσατε λόγον Κυρίου.
Cross References
Genesis 11:4Καὶ εἶπαν, δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα, πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς.
Jeremiah 25:9ἰδοὺ ἐγὼ ἀποστέλλω, καὶ λήψομαι πατριὰν ἀπὸ Βοῤῥᾶ, καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν, καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς, καὶ ἐξερημώσω αὐτοὺς, καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν, καὶ εἰς συριγμὸν, καὶ εἰς ὀνειδισμὸν αἰώνιον.
Jeremiah 25:18Καὶ θήσω τὸν θρόνον μου ἐν Αἰλὰμ, καὶ ἐξαποστελῶ ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας.
Jeremiah 51:7Καὶ νῦν οὕτως εἶπε Κύριος παντοκράτωρ, ἱνατί ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν; ἐκκόψαι ὑμῶν ἄνθρωπον καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα ἐκ μέσου Ἰούδα, πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα,