Joshua 22:5
Ἀλλὰ φυλάξασθε σφόδρα ποιεῖν τὰς ἐντολὰς καὶ τὸν νόμον, ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς Κυρίου· ἀγαπᾷν Κύριον τὸν Θεὸν ἡμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ, καὶ προσκεῖσθαι αὐτῷ, καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
6Καὶ εὐλόγησεν αὐτοὺς Ἰησοῦς, καὶ ἐξαπέστειλεν αὐτούς· καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν.
Cross References
Exodus 20:6καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με, καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου.
Deuteronomy 4:1Καὶ νῦν Ἰσραὴλ ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε, καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.
Deuteronomy 4:6Καὶ φυλάξεσθε καὶ ποιήσετε· ὅτι αὕτη ἡ σοφία ὑμῶν καὶ ἡ σύνεσις ἐναντίον πάντων τῶν ἐθνῶν, ὅσοι ἂν ἀκούσωσι πάντα τὰ δικαιώματα ταῦτα· καὶ ἐροῦσιν, ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο.
Deuteronomy 6:5Καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου.
Deuteronomy 10:12Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ Θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλʼ ἢ φοβεῖσθαι Κύριον τὸν Θεόν σου, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ἀγαπᾷν αὐτόν, καὶ λατρεύειν Κυρίῳ τῷ Θεῷ σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
Deuteronomy 11:1Καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου, καὶ φυλάξῃ τὰ φυλάγματα αὐτοῦ, καὶ τὰ δικαιώματα αὐτοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰς κρίσεις αὐτοῦ πάσας τὰς ἡμέρας.