Joshua 22:6
Καὶ εὐλόγησεν αὐτοὺς Ἰησοῦς, καὶ ἐξαπέστειλεν αὐτούς· καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
So Joshua blessed them, and sent them away: and they went unto their tents.
In Context
Cross References
Genesis 14:19Καὶ εὐλόγησε τὸν Ἅβραμ, καὶ εἶπεν, εὐλογημένος Ἅβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.
Genesis 47:10Καὶ εὐλογήσας Ἰακὼβ τὸν Φαραὼ, ἐξῆλθεν ἀπʼ αὐτοῦ.
Joshua 14:13Καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς, καὶ ἔδωκε Χεβρὼν τῷ Χάλεβ υἱῷ Ἰεφονῆ υἱῷ Κενὲζ ἐν κλήρῳ.
Joshua 24:28Καὶ ἀπέστειλεν Ἰησοῦς τὸν λαὸν, καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.
1 Samuel 10:25Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως, καὶ ἔγραψεν ἐν βιβλίῳ, καὶ ἔθηκεν ἐνώπιον Κυρίου· καὶ ἐξαπέστειλε Σαμουὴλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.
2 Samuel 6:18Καὶ συνετέλεσε Δαυὶδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς, καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου τῶν δυνάμεων.