Judges 21:19
Καὶ εἶπαν, ἰδοὺ δὴ ἑορτὴ Κυρίου ἐν Σηλὼμ ἀφʼ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ Βοῤῥᾶ τῆς Βαιθὴλ, κατʼ ἀνατολὰς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπὸ Βαιθὴλ εἰς Συχὲμ, καὶ ἀπὸ Νότου τῆς Λεβωνᾶ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
20Καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμεὶν, λέγοντες, πορεύεσθε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσι,
Cross References
Leviticus 23:2λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς, αἱ ἑορταὶ Κυρίου ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας, αὗταί εἰσιν αἱ ἑορταί μου.
Leviticus 23:6Καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ Κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε.
Leviticus 23:34λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἐβδόμου τούτου, ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ Κυρίῳ.
Numbers 28:16Καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς πάσχα Κυρίῳ.
Numbers 29:12Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· καὶ ἑορτάσατε αὐτὴν ἑορτὴν Κυρίῳ ἑπτὰ ἡμέρας.
Deuteronomy 16:10Καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων Κυρίῳ τῷ Θεῷ σου, καθὼς ἡ χείρ σου ἰσχύει, ὅσα ἂν δῷ Κύριος ὁ Θεός σου.