Lamentations 4:13
ΜΗΜ. Ἐξ ἁμαρτιῶν προφητῶν αὐτῆς, ἀδικιῶν ἱερέων αὐτῆς, τῶν ἐκχεόντων αἷμα δίκαιον ἐν μέσῳ αὐτῆς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Jeremiah 2:20Ὅτι ἀπʼ αἰῶνος συνέτριψας τὸν ζυγόν σου, καὶ διέσπασας τοὺς δεσμούς σου, καὶ εἶπας, οὐ δουλεύσω σοι ἀλλὰ πορεύσομαι ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου, ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου.
Jeremiah 6:13Ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ.
Jeremiah 23:11Ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν, καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν.
Lamentations 2:14ΝΟΥΝ. Προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην, καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου, τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου, καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα.
Ezekiel 22:25Ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, καὶ τιμὰς λαμβάνοντες· καὶ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σου.
Ezekiel 22:27Οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα, τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσι.