Numbers 5:2
πρόσταξον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν, καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
1Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
Cross References
Leviticus 13:46Πάσας τὰς ἡμέρας, ὅσας ἐὰν ᾖ ἐπʼ αὐτὸν ἡ ἁφὴ, ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται· κεχωρισμένος καθήσεται, ἔξω τῆς παρεμβολῆς αὐτοῦ ἔσται ἡ διατριβή.
Leviticus 21:1Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων, εἶπον τοῖς ἱερεύσι τοῖς υἱοῖς Ἀαρὼν, καὶ ἐρεῖς πρὸς αὐτούς, ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν,
Numbers 12:14Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας; ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται.
Numbers 19:14Καὶ οὗτος ὁ νόμος· ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ, πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν, καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας.
Numbers 31:19Καὶ ὑμεῖς παρεμβάλετε ἔξω τῆς παρεμβολῆς ἐπτὰ ἡμέρας· πᾶς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν.
2 Kings 7:3Καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ, τί ἡμεῖς καθήμεθα ὧδε ἕως ἀποθάνωμεν;