Παροιμίαι 17:11
Ἀντιλογίας ἐγείρει πᾶς κακὸς, ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ.
μετάφραση των εβδομήκοντα
In The King James Version
An evil man seeketh only rebellion: therefore a cruel messenger shall be sent against him.
In Context
10Συντρίβει ἀπειλὴ καρδίαν φρονίμου, ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται.
12Ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι, οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά.
Cross References
2 Samuel 15:12Καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ τῷ Ἀχειτόφελ τῷ Θεκωνεὶ, σύμβουλον Δαυὶδ, ἐκ τῆς πόλεως αὐτοῦ εἰς Γωλὰ, ἐν τῷ θυσιάζειν αὐτόν· καὶ ἐγένετο σύντριμμα ἰσχυρόν· καὶ ὁ λαὸς ὁ πορευόμενος καὶ πολὺς μετὰ Ἀβεσσαλώμ.
2 Samuel 18:15Καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ἰωὰβ, καὶ ἐπάταξαν τὸν Ἀβεσσαλὼμ, καὶ ἐθανάτωσαν αὐτόν.
2 Samuel 20:1Καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος, καὶ ὄνομα αὐτῷ Σαβεὲ, υἱὸς Βοχορί ἀνὴρ ὁ Ἰεμινὶ, καὶ ἐσάλπισε τῇ κερατίνῃ, καὶ εἶπεν, οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ, οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ἰεσσαί· ἀνὴρ εἰς τὰ σκηνώματά σου, Ἰσραήλ.
1 Kings 2:24Καὶ νῦν ζῇ Κύριος ὃς ἡτοίμασε με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυὶδ τοῦ πατρός μου, καὶ αὐτὸς ἐποίησέ μοι οἶκον καθὼς ἐλάλησε Κύριος, ὅτι σήμερον θανατωθήσεται Ἀδωνίας.
1 Kings 2:46Καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναίᾳ υἱῷ Ἰωδαὲ, καὶ ἐξῆλθε καὶ ἀνεῖλεν αὐτόν. Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα καὶ σοφός· καὶ Ἰούδα καὶ Ἰσραὴλ πολλοὶ σφόδρα, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες· καὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις· καὶ ἦσαν προσφέροντες δῶρα, καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· καὶ Σαλωμὼν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου· καὶ αὐτὸς ᾠκοδόμησε τὴν Θερμαὶ ἐν τῇ ἐρήμῳ· καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών· τριάκοντα κόροι σεμιδάλεως, καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ, καὶ εἴκοσι βόες νομάδες, καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων· ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ῥαφὶ ἕως Γάζης ἐν πᾶσι τοῖς βασιλεῦσι πέραν τοῦ ποταμοῦ·; καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν· καὶ κατῴκει Ἰούδα καὶ Ἰσραὴλ πεποιθότες, ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ, καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ πάσας τὰς ἡμέρας Σαλωμών. Καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών. Ἀζαρίου υἱὸς Σαδὼκ τοῦ ἱερέως, καὶ Ὀρνίου υἱὸς Νάθαν ἄρχων τῶν ἐφεστηκότων· καὶ ἔδραμεν ἐπὶ τὸν οἶκον αὐτοῦ· καὶ Σουβὰ γραμματεὺς, καὶ Βασὰ υἱὸς Ἀχιθαλὰμ ἀναμιμνήσκων, καὶ Ἀβὶ υἱὸς Ἰωὰβ ἀρχιστράτηγος, καὶ Ἀχιρὲ υἱὸς Ἐδραῒ ἐπὶ τὰς ἄρσεις, καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθίου, καὶ Καχοὺρ υἱὸς Νάθαν ὁ σύμβουλος. Καὶ ἦσαν τῷ Σαλωμὼν τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα, καὶ δώδεκα χιλιάδες ἵππων· καὶ ἦν ἄρχων ἐν πᾶσι τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου· καὶ Σαλωμὼν υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα ἐν Ἱερουσαλήμ.