2 Samuel 20:1
Καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος, καὶ ὄνομα αὐτῷ Σαβεὲ, υἱὸς Βοχορί ἀνὴρ ὁ Ἰεμινὶ, καὶ ἐσάλπισε τῇ κερατίνῃ, καὶ εἶπεν, οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ, οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ἰεσσαί· ἀνὴρ εἰς τὰ σκηνώματά σου, Ἰσραήλ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 13:13Ἐὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι κατοικεῖν σε ἐκεῖ, λεγόντων,
Judges 19:22Αὐτοὶ δὲ ἀγαθύνοντες καρδίαν αὐτῶν· καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν, κρούοντες ἐπὶ τὴν θύραν· καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην, λέγοντες, ἐξένεγκε τὸν ἄνδρα ὅς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν.
1 Samuel 2:12Καὶ οἱ υἱοὶ Ἡλὶ τοῦ ἱερέως υἱοὶ λοιμοί, οὐκ εἰδότες τὸν Κύριον.
1 Samuel 30:22Καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυὶδ, καὶ εἶπον, ὅτι οὐ κατεδίωξαν μεθʼ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων ὧν ἐξειλόμεθα, ὅτι ἀλλʼ ἢ ἕκαστος τὴς γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν, καὶ ἀποστρεφέτωσαν.
2 Samuel 16:11Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβεσσὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ, ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ἰεμινί· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ Κύριος.
2 Samuel 23:6Ὥσπερ ἄκανθα ἐξωσμένη πάντες οὗτοι, ὅτι οὐ χειρὶ ληφθήσονται,