Παροιμίαι 5:12
καὶ ἐρεῖς, πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου;
μετάφραση των εβδομήκοντα
In The King James Version
And say, How have I hated instruction, and my heart despised reproof;
In Context
11Καὶ μεταμεληθήσῃ ἐπʼ ἐσχάτων, ἡνίκα ἂν κατατριβῶσι σάρκες σώματός σου,
13Οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με, οὐδὲ παρέβαλλον τὸ οὖς μου.
Cross References
Genesis 19:9Εἶπαν δὲ αὐτῷ, ἀπόστα ἐκεῖ· εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν; νῦν οὖν σε κακώσωμεν μᾶλλον ἢ ἐκείνους. Καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λὼτ σφόδρα, καὶ ἤγγισαν συντρίψαι τὴν θύραν.
2 Chronicles 24:20Καὶ πνεῦμα Θεοῦ ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ, καὶ εἶπε, τάδε λέγει Κύριος, τί παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε· ὅτι ἐγκατελίπετε τὸν Κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς.
2 Chronicles 33:10Καὶ ἐλάλησε Κύριος ἐπὶ Μανασσῆ καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ οὐκ ἐπήκουσαν.
Psalms 50:17Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Proverbs 1:7Ἀρχὴ σοφίας φόβος Κυριου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· εὐσέβεια δὲ εἰς Θεὸν ἀρχὴ αἰσθήσεως, σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν.
Proverbs 1:25ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλὰς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε·