Ψαλμός 81:3
Κρίνατε ὀρφανὸν καὶ πτωχὸν, ταπεινὸν καὶ πένητα δικαιώσατε.
μετάφραση των εβδομήκοντα
In The King James Version
Blow up the trumpet in the new moon, in the time appointed, on our solemn feast day.
In Context
2Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; διάψαλμα.
4Εξέλεσθε πένητα, καὶ πτωχὸν ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε.
Cross References
Leviticus 23:24λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, τοῦ μηνὸς τοῦ ἐβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων· κλητὴ ἁγία ἔσται ὑμῖν·
Numbers 15:3καὶ ποιήσεις ὁλοκαυτώματα Κυρίῳ, ὁλοκάρπωμα ἢ θυσίαν, μεγαλῦναι εὐχὴν, ἢ καθʼ ἑκούσιον, ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπὸ τῶν προβάτων.
Deuteronomy 16:15Ἑπτὰ ἡμέρας ἑορτάσεις Κυρἱω τῷ Θεῷ σου ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ· ἐὰν δὲ εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι γεννήμασί σου, καὶ ἐν πάντι ἔργῳ τῶν χειρῶν σου, καὶ ἔσῃ εὐφραινόμενος.
1 Chronicles 15:16Καὶ εἶπε Δανὶδ τοῖς ἄρχουσι τῶν Λευιτῶν, στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις, καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης.
1 Chronicles 15:24Καὶ Σομνία, καὶ Ἰωσαφὰτ, καὶ Ναθαναὴλ, καὶ Ἀμασαῒ, καὶ Ζαχαρία, καὶ Βαναΐα, καὶ Ἐλιέζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ Θεοῦ· καὶ Ἀβδεδὸμ καὶ Ἰεΐα πυλωροὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ.
1 Chronicles 16:42Καὶ μετʼ αὐτῶν σάλπιγγες καὶ κὺμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ῷδῶν τοῖ Θεοῦ, οἱ δὲ υἱοὶ Ἰδιθοὺν εἰς τὴν πύλην.